Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.192 | Joseph. BJ 1.196 (English) | >>Joseph. BJ 1.201 |
1.194αὖθις δὲ καταστησάμενος τὰ κατὰ τὴν Αἴγυπτον ὡς ἐπανῆκεν εἰς Συρίαν , πολιτείᾳ τε αὐτὸν τῇ Ῥωμαίων ἐδωρήσατο καὶ ἀτελείᾳ τῆς τε ἄλλης τιμῆς καὶ φιλοφρονήσεως ἕνεκεν ζηλωτὸν ἐποίησεν καὶ τὴν ἀρχιερωσύνην δὲ διʼ αὐτὸν ἐπεκύρωσεν Ὑρκανῷ .
1.195
ὡς παρανομώτατα μὲν αὐτὸν μετὰ τῶν ἀδελφῶν πάσης ἀπελαύνοιεν τῆς πατρίου γῆς , πολλὰ δʼ εἰς τὸ ἔθνος αὐτοὶ διὰ κόρον ἐξυβρίζοιεν , καὶ ὅτι τὴν εἰς Αἴγυπτον συμμαχίαν
-- -- Ἀντιγόνου δὲ θαυμάζειν τὴν τόλμαν , εἰ πολεμίου Ῥωμαίων υἱὸς ὢν καὶ Ῥωμαίων δραπέτου καὶ τὸ νεωτεροποιὸς εἶναι καὶ στασιώδης αὐτὸς πατρῷον ἔχων , παρὰ τῷ Ῥωμαίων ἡγεμόνι κατηγορεῖν ἐπικεχείρηκεν ἑτέρων καὶ πειρᾶται τυχεῖν ἀγαθοῦ τινος , δέον ἀγαπᾶν ὅτι ζῇ · καὶ γὰρ νῦν ἐφίεσθαι πραγμάτων οὐ τοσοῦτον διʼ ἀπορίαν , ἀλλʼ ἵνα Ἰουδαίους διαστασιάσῃ παρελθὼν καὶ χρήσηται κατὰ τῶν δόντων ταῖς ἀφορμαῖς .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.192 | Joseph. BJ 1.196 (English) | >>Joseph. BJ 1.201 |